Ancient Greek
239.2
Choricius Rhet. et Soph., Opera 239.2
Unproofread scanNot analysed yet
Οὕτω σφόδρα τῆς θυγατρὸς ἐκπρόμην, ὥς ἐπῆλθε καιρὸς μειζῶν ἐμφύτου φιλοστοργίας. Ἐπειδὴ γὰρ πᾶσα μὲν ἄλλη σωτηρίας ἐλπίς τὴν πόλιν ἀπολειποῖπει, μία δέ τις ἡμῖν ὑπεφαίνετο τὴν ἐμὴν ἀπαιτοῦσα γονὴν (4), παρεχώρησα τῆς παιδὸς ἵνα λάβω τὴν πόλιν. Τί γάρ, εἴπέ μοι, πράττειν ἔχρην; ἐξασα τὸ δεινὸν εἰσιέναι, καὶ παραδοῦναι τῇ τυραννίδι τὰ πράγματα, καὶ συγχωρήσαι αὐτῇ καταλύειν δημοκρατίαν ἀρχαίαν; οὐ γὰρ ἔφερε πλείονα χρόνον ἡ πόλις, οὔτε σῖτον εἰς μήκος πολιορκίας ἰκανὸν κεκτημένη, καὶ πρὸς ἀγῶνα καὶ πόλεμον ἀπαρασκεῦος οὖσα, τῆς ἐφόδου τῶν ἐναντίων εὐθὺς τὴν πρεσβείαν ἐκδεξαμένης (5) καὶ βραχυτάτου καιροῦ μεταξὺ διεληθόντος.