Ancient Greek
240.1
Choricius Rhet. et Soph., Opera 240.1
Unproofread scanNot analysed yet
«Ἄλλ’ εἰ καὶ ἀφρακτος» (¹), φησίν, «ἡ πόλις ἐτύγχανεν οὖσα, με- «γάλῃ βοηθῇ πρὸς τοὺς ἐναντίους ὑπῆρχεν ἡμῖν τὸ δίκαιον, καὶ ταύτην «ὁρῶμεν μᾶλλον τὴν ἀρετὴν τρόπαια ἐγείρουσαν ἢ πλείστην κατα- «σκευὴν ἀδίκως συγκροτουμένην. Εἰ μὴ (²) τὴν παῖδα τὴν σὴν «ἔφθης (³) ἀνηρηκώς, ἠγωνισάμεθα ἂν, οὕτως ὡς εἴχομεν, ἀπηττῆτω «ῥώμῃ, δικαιοσύνη θαρρήσαντες ». Ἡκιστα μὲν πόλεμος ἐπὶ ῥητοῖς ἐθέλει χωρεῖν καὶ πολλοῖς (⁴) ἀμέλει νίκας ἀδίκους φιλοτιμεῖται. Θόμεν δὲ (⁵) ὅμως (καλὸν γὰρ οὕτω φρονεῖν) τὸ δίκαιον κρατεῖν πανταχοῦ · ἄλλοις οὖν ἄλλας (⁶) ἐπιδείκνυσί τε καὶ χορηγεῖ σωτηρίας προφάσεις · τοὺς μὲν εὐβουλία τινὶ διασώζει, τοὺς δὲ προδοσία τῶν πολεμίων · ἄλλους βούλεται τι παθεῖν, ἵνα πικροτέρων αὐτοὺς λύσηται συμφορῶν. Τοιαῦτα καὶ θεοὶ πολλάκις ἐν ταῖς μαντείαις, εἰ πολλὰ ἐπιτάττουσι πράττειν ἀνθρώποις, ἥς ἐδέδοτο-νίκης ἀκαιρίαν τύχη (⁷). Εἰ γὰρ καὶ σωτηρίας ἀξίος ἕκαστος εἶναι δοκεῖ σύμμαχον ἔχων τὸ δίκαιον, ἀλλ’ οὐ τὸν αὐτὸν σώζεσθαι τρόπον ἅπαντες ἀξιοῖ· ἀλλ’ εἰσὶν οὓς δεῖ τι καὶ δυσχερὲς ὑπομεῖναι πρὸς ἀπαλλαγὴν μειζόνων κακῶν.