Ancient Greek
247.2 to 247.4
Choricius Rhet. et Soph., Opera 247.2-4
Unproofread scanNot analysed yet
Μεταξὺ δὲ λέγων διενόησεν τί ἂν ὁ νεανίσκος ἐποίησεν, εἰ, τὴν πόλιν ἔλὼν, ἐγὼμε τὴν χόρην ὁ τύραννος. Εἰ γὰρ, ἀποτυχόντος ἐκείνου, τῆς οἰκείας ὑπερεῖδε ψυχῆς, τί ἂν ἔδρασε πλέον κατωρθωκότος; ἀνδρὶ γὰρ ἐρώντι πάντων ἀνιάρωτερον (¹) ἀντεαστὴς εὐτυχῶν. Οὐκοῦν ἀσελγείας μὲν τυραννικῆς τὴν παρθένον, τὸν δὲ νέον ζηλοτυπίας, τὴν δὲ πόλιν μεμηνότος ἐβρύσάμην δεσπότου. Ἴσως τοίνυν καὶ τοιαύτην ἐρεῖ τις ὑπόνοιαν, ὡς, εἰ (²) τὴν χόρην ἀπλῶς εἴληφε πρὸς γάμον ὁ τύραννος δι’ ἧς ἤτησε τοῦτο πρεσβείας, εὐνους ἂν ἡμῖν καὶ φίλος ὑπῆρχε, καὶ οὐδὲν ἂν ἔδει πολιορκίας καὶ φόνου. Ἔστι μὲν οὐκ ἐμὸν ἐγκλημα τοῦτο, τοῦ δήμου δὲ μᾶλλον κατηγορία· ἔστω δ’ οὖν καὶ πρὸς ἐμὲ τὴν μέμψιν ὁρᾶν. Ἐπαινῶ γὰρ οὕτως ἐνεχθέντα τὸν δῆμον. Ἵνα τοίνυν ὑπὲρ ἑμαυτοῦ καὶ ὑμῶν ἀπολογήσωμαι τὰ εἰκότα, φημὶ μὲν καὶ αὐτὴν τοῦ δυνάστου τὴν αἴτησιν, ἐφ’ ἑαυτῆς