Ancient Greek
248.1
Choricius Rhet. et Soph., Opera 248.1
Unproofread scanNot analysed yet
χρνομένην, οὐχ ἀπεικότως ἡμῖν χαλεπὴν τινὰ δοκεῖ (¹)· δ τι γὰρ ἂν πράξειε δῆμος, τυράννῳ δοξᾶν ἐκείνῳ παρέχει τοῦ φόβῳ πεποιημένα. Οὐ μὴν οὕτω πικρῶς τὴν περὶ τὴν κόρην ἠγέχαμεν αἴτησιν, ὅσον τὴν ἐκ ταύτης ἀθροισομένην συνήθειαν μειζόνων ἐπιταγμάτων. Ὦν γὰρ ἀλόγως ἡ τύχη βασιλέα χειροτονεῖ, κἂν εὐλογὸν τι πράξας ἀνύσῃ τὴν χρείαν, οὐ τὸ τῆς αἰτήσεως εὐλογον, ἀλλὰ τῆς ἐξουσίας τὸν φόβον ἤγειται κατωρθωκέναι τὸ προσταχθὲν, τῆς τυραννίδος αὐτὸν οὕτω φρονεῖν ἀπαϊτοῦσης· φοβερὸς γὰρ, οὐ δίκαιος, ἐθέλει δοκεῖν· ὥστε, τῆς παρθένου τυχὼν, ἕτερον ἂν τι προσέταξε μειζόν, καὶ πάλιν ἄλλο τι χειρόν, ἡ δὲ πόλις κατὰ μικρὸν (²) ἐγυμνάζετο τὴν ὑπ’ ἐκείνῳ δουλείαν. Εἰ δὲ, τὰ πρῶτα διακονεῖν ὑπομείνασα, τὰ δεύτερα περιειδε, μᾶλλον ἂν ἐκεῖνον παρώξυνεν ἢ μηδὲν ἐξ ἀρχῆς ὑπουργοῦσα. Τὸ μὲν δλως μὴ πράξαι τὸ κελευόμενον ἐλευθέρων ἐστιν ἀνθρώπων· ἀπαξ δὲ τὸν ἐκείνου ζυγὸν ἐνεγχόνας, εἶτα βούλεσθαι πάλιν ἀναισχυνθῆσαι (³), δούλων ἐστιν ἀντιτεινόντων δεσπότῃ. Ἐκ τούτων ἀπάντων, ἡμῖν τὸ ἐπίταγμα χαλεπὸν ἐδοξεν εἶναι· ἐτὶ δὲ μᾶλλον ὁ τύραννος βαρύτερον φανῆναι τοῦτο πεποίηκε, πόλεμον, εἰ τὸ προσταχθὲν ὑπερίδομεν, ἀπειλήσας· ἐννοίας ἡμῖν ἐντεύθεν εἰσελθοῦσης, ὡς, εἰ μετρίαν ἤγειτο τὴν αἴτησιν, ἠλπίζε πείθειν, πείσειν δὲ προσδοκῶν, οὐκ ἂν ταύτης ψετο δείσθαι τῆς ἀπειλῆς. Οὐ τοίνυν μόνον, τὸν πόλεμον ἀπειλήσας τὸ τοῦ πράγματος ἄτοπον ἀπεκάλυψεν, ἀλλὰ καὶ πρὸς ὀργὴν ἡμᾶς ἀνεσώθησεν, ὡς ἀνάνδρους διαλεχθεῖς καὶ πόλεμον ἐκ πρεσβείας μηνύμενος (⁴) δεδοικόσι. Τοιούτῳ φρονήματι καὶ θυμῷ τὴν πρεσβείαν ἀπρακτὸν ἀπεώσαθε, κατὰ νοῦν εἰληφότες ὡς ἡ κόρη διὰπεῖρα τῆς ἡμετέρας ἐκείνῳ γίνεται γνώμης, καὶ ἀγῶνα τοῦτον αὐτῷ κατασκευάζει πρὸς τὴν τῆς δημοκρατίας καθαίρεσιν. Ἦγειτο γὰρ ὑβριν αὐτῷ καὶ κίνδυνον φέρειν πόλιν αὐτόνομον ἐφορμῶσαν (⁵) τοῖς βασιλείοις καὶ τὴν αὐτοῦ καιροφυλακοῦσαν τύχην, κἂν ἐλάχιστον αὐτῷ πτῶμα συμβῇ ῥαδίως αἰσθομένην· βραχεῖα δὲ πράφασις καὶ μικρὸν ἐναντίωμα διαλύει τὰς ἀγαν εὐδαιμονίας, ὅταν ἐκ βιαστῶν πραγμάτων καὶ πλεονεξίας συστῇ (⁶). Τοιαύταις ἐκεῖνος συνεχό-