Ancient Greek
258.1
Choricius Rhet. et Soph., Opera 258.1
Unproofread scanNot analysed yet
ΠΑΤΡΟΚΛΟΣ. Ἡ ΜΕΛΕΤΗ ΠΑΤΡΟΚΛΟΥ. 1 Ὦμην μὲν, ὦ 1 Ἀχιλεῦ, τὰς τῶν ἐμῶν δακρύων πηγὰς ἀποσβέσαι σοι 2 τὴν ὀργήν· δεινὸν γὰρ ἂν εἴη τὸν Ἕκτορα φλέγειν τῶν Ἑλλήνων τὰ σκάφη, καὶ σὲ πρὸς ἐκείνους φλέγεσθαι τῷ θυμῷ 3. Σὺ δὲ μου τῆς γνώμης οὕτω διέστηκας, ὥστε καὶ ἀπέσχωμάς μοι τὸν ὀδυρμὸν 4, καὶ παραβάλλεις 5 ἐμοὶ παιδίον χλαυθυμιζόμενον, καὶ, τῶν σχωμμάτων τὸ μέγιστον, θῆλυ παιδίον, ἐπομένην ἐν ὀδῷ τῇ μητρὶ καὶ τῆς ἐσθῆτος ἀντεχομένην 6, ὡς ἀναγκάζει σχολαίτερον 7 τὴν τεκούσαν βαδίζειν, ὅπως αὐτὴν ἀνελομένη κομίσαι 8. Τοιαύτης εἰκόνος ἐτυχον παρὰ σοι 9, δακρύσας ὁμόφυλον στράτευμα συμφοραῖς κεχρημένον, εἰ μὴ διαλλαγείς ἀμάχοις. Πρῶν μὲν οὖν Ὀδυσσεὺς ἦκε δεῦρο πρεσβευῶν τρίτος αὐτὸς 10, καὶ πολὺς ὑπὲρ Ἀγαμέμνονος ῥέων ὀχετὸς, οὐ τὴν λύπην αὐξήσας ὁ ῥήτωρ 11. Οὐ μὴν ἄλλα καὶ τῆς Ὀδυσσέως