Ancient Greek
258.4
Choricius Rhet. et Soph., Opera 258.4
Unproofread scanNot analysed yet
1 Lemma in P :ἡ μελέτη πραγματικὴ, ὅτι τῶν μᾶλλον γεγενημένων ἀξιώσεως καὶ δοκιμασίας. γλώττης (1) ἀποτυχούσης, καὶ τῆς Αἴαντος συγγενείας (2) καὶ τῆς Φοίνικος πολιᾶς, ἔχω τῆς νουθεσίας ὁδὸν ἀβατον τοῖς εἰρημένοις ἀνδράσιν. Οὐ γὰρ ἐκ τῆς Ἀγαμέμνονος ἀφίημαι σκηνῆς, οὔτε πάθους παραινῶ σοι κρατεῖν οὐ μὴ κοινῶνός ἐγενόμην· ἀλλὰ πέκτημαι τάξιν τὴν ὀρθῶς εἰωθυίαν τὰ πράγματα κρίνειν, ἥτις οὔτε τοῖς πρέσβεσι τούτοις ὑπῆρχεν, οὔτε σοι προσοῦσα (3) τυγχάνει. Οὔτε γὰρ οἱ νοσοῦντες μὴ συναλγοῦντες ἰάσασθαι δύνανται τὸ λυποῦν οἷς μὴ μέλον αὐτοῖς (4)· οὔτε τὴν ἰδίαν ὁ νοσῶν ὅξέως ὀρᾷ θεραπείαν, τυφλωτούσης αὐτῷ τῆς διανοίας. Μόνος ἄρα σύμβουλος ὑπάρχει σαφὴς, οὐ μήτε τὸν λογισμὸν μέγας ἀμβλύνει θυμός, μήτε ῥαθυμεῖν ἐπιτρέπει νόμος φιλίας. Εἰμὶ τοίνυν ἐγὼ σοι τοιούτος. Καὶ γὰρ ὑβρισμένου (5) δεινῶς ἠνιάσθην, καὶ μεταστάντι τῶν Ἀχαιῶν ἠκολούθησα, καὶ πρεσβευομένοις (6) οὐ διηλλάγην, ἕως ἦσαν (7) ἴκανοι δυστυχεῖν.