Ancient Greek
276.4
Choricius Rhet. et Soph., Opera 276.4
Unproofread scanNot analysed yet
Καὶ ταῦτα μὲν ἔφη, ὑποθέμενος τὸν Ἄτρῆα ὕστερον μετεγνωκότα 4 τῶν ἐν τῷ πολέμῳ κακῶν οἷς, διαστάντος σου, περιπέπτωκεν· ἀκριβῆ δὲ λόγῳ φανήσεται προλαβὼν μετάνοιαν τὴν ἀτυχίαν 5. Οὕγὰρ ἂν τῇ Βρισέως ἐφυλάξατο συνελθεῖν, εἰ μὴ παραχρῆμα μετάμελος εἰσῆλθεν αὐτῷ 6, καὶ κατέγνω τῶν πεπραγμένων· ἀλλ’, ὡς ἔοιχε, χρόνον ἀνέμενεν 7 ἀρχοῦντά σοι 8 τὸ τραγῦ τοῦτο μαλάζαι. Τὴν γὰρ ὑπὲρ τοιούτων ἐγκλημάτων ὀργήν, ἥ δι’ ἀφαίρεσιν γίνεται κτήματος ἀναδοθῆναι δυναμένου 9, ἧκως παύεσθαι χρῆ, τῆς ἀποδόσεως εἰς πέρας ἰούσης 10. Ἦδη δὲ καὶ πατὴρ πρὸς φονέα παιδὸς χαλεπαίνων ἐπαύσατο μακρῷ τε χρόνῳ καὶ 11 δώροις. Οὕτω καὶ τῆς ἐσχάτης εἰσι δυσμενείας συνθῆκαι, καὶ λύεται μῖσος ἀπόδοσιν οὐκ ἔχον. Πρὸς ταῦτα