Ancient Greek
276.7
Choricius Rhet. et Soph., Opera 276.7
Unproofread scanNot analysed yet
9 «Ἄναδιδόναι Bav. ; δυναμένη Aug. »R. —P, ἀναδοθῆναι δυναμένου. καὶ (1) Μενέλεως ἀφορῶν ἐπαύσατο ἂν (2) Ἀλεξάνδρῳ μνησικακῶν, εἰ τὴν Ἑλένην ἔτυχε χωρισάμενος, καὶ συνέησεκε πᾶσιν ἡ γνώμη. Γενο-μένου γὰρ ἡμῖν τοῦ πρὸς τὴν Τροίαν καταπλῶ, κοινὸν ἐνῆχσε δόγμα πρεσβείᾳ πρότερον χρῆσασθαι, καὶ ταύτη (3) διαπεῖραν Ἀλεξάνδρου λα-θεῖν. Κατένευες οὐδενὸς ἤττον ἐν (4) τοῖς δεδογμένοις· οὐχ ὑπέλαβες τότε μηδαμῶς ἀρχεῖσιν ἀνδρὶ γυναικὸς ἐστερημένῃ τὴν ταύτης ἀπό-δοσιν. Ἦκεν οὖν ὁ τῆς Ἑλένης ἀνὴρ εἰς τοὺς Τρῶας, οὐδὲν ὧν ἀφήρητα πλέον αἰτήσων, ἄνθρωπος πλεῖστα μὲν ἀγαθὰ τὸν Ἀλέξανδρον εἰργα-σμένος, ἀναπετάσας τε (5) τὴν οἰκίαν αὐτῷ (6), καὶ μεταδούς (7) εὐνοίας τοσαύτης ὥστε σῦνοικον εὐπρεπεῖ καὶ θυγάτριον εἰς ὧν ἀγαγεῖν τοῦ ξένου· πλεῖστα δὲ δεινὰ πεπονθὼς, τὴν τῆς γυναικὸς ἄρπαγην, τὴν ὑπὲρ τοῦ στόλου δαπάνην, τὸ μήκος τοῦ πλοῦ, τὴν πλάνην, τὸν κίνδυνον, πανταχόθεν δὲ πρὸς τὴν τοῦ πολέμου νίκην εὐελπίς ὤν, ὅσα πολλὴν ἀγείρας παρασκευὴν, καὶ σφριγῶσαν εὐξίαν σωμάτων, καὶ μεγίστην ἔχων ἐπικουρίαν τὸ δικαίως ἐπιστρατεύσαι· τοσούτοις ὀθούμενος λο-γισμοῖς ἀμύνασθαι τὸν Ἀλέξανδρον, οὐ περαιτέρω προῆει τοῦ τὴν Ἑλένην ἀπολαβεῖν (8).