Ancient Greek
278.1
Choricius Rhet. et Soph., Opera 278.1
Unproofread scanNot analysed yet
Βούλομαι τοίνυν, εἰ δίδως (1), Βριστῆδι τὴν Ἑλένην παραβαλεῖν καὶ τὸ μέσον ὑπάρχον σκοπήσαι. Βάρβαρος αὕτη καὶ δοριαλώτος (2), ἡ δὲ τὴν τύχην ἐλευθέρα καὶ Λάκαινα· καλὴ μὲν ἡ Βριστέως (3), καλλίστη δὲ γυναικῶν ἡ Ἀτῆδας θυγάτηρ. Ὡς τοίνυν ἅπασι ταύτης ἐκεῖνη πλεονεκτεῖ, τοσοῦτόν σου μᾶλλον (4) ὁ Σπαρτιάτης ἠδικημένος ἐστεργεν τὴν ἀπόδοσιν, ὑβρισμένην εἰδὼς αὐτῷ τὴν εὐνήν· οὐ γὰρ ἤν ἑτέραν τῆς ἀρπαγῆς αἰτιάσασθαι (5) πρόφασιν.