Ancient Greek
278.2
Choricius Rhet. et Soph., Opera 278.2
Unproofread scanNot analysed yet
Ἀκόλουθον, οἶμαι, τῷ Μυχναίῳ παραβαλεῖν τὸν Ἀλέξανδρον, ἵνα καὶ ταύτῃ δεῖξωμεν μειζόνα (6) τὴν εἰς τὸν Μενέλεων (7) ὀργὴν. Οὐχ ὁ μὲν Ἕλλην ἐκ Μυχναίων, ὁ δὲ καθέστηκε Φρύξ; οὐχ ὁ μὲν ἐκ παιδὸς βασιλεύς, ὁ δὲ πάλαι βουκόλος; οὐχ ὁ μὲν ἐξ ἀντιλογίας καὶ μάχης ἀφείλετό σε τὴν κόρην, ὁ δὲ τὴν Ἑλένην Μενέλεω μηδὲν ἐγκαλῶν; Ἐπειδή τοίνυν ἑκάτερος ἀλλοτρίαν εἷληφε γυναῖκα, φέρε σκοπήσωμεν ὅπως ἀμφοτέροι τοῖς ὑδρισμένοις ἐχρήσαντο. Ὁ μὲν, σωφρόνως τὸ γέρας ἀποδιδὼς καὶ πλοῦτον ἄφθονον προστιθείς (8), ἐπρεσβευσατο· ὁ δὲ τοῦ Πριάμου (9), πρεσβευσάντα (10) τὸν ἠδικημένον ἰδὼν, ἀπράκτον ἀπέπεμψε (11).