Ancient Greek
291.7
Choricius Rhet. et Soph., Opera 291.7
Unproofread scanNot analysed yet
(9) «Malim τοὺς αἰτίους καὶ τοὺς μηδὲν ἁμαρτηκότας ». R. —Malim ἀμαρτόντας. (12) Ed. ,ἐννοοῦνται. P, ἐννοοῦσι. μεμνημένος τῶν λόγων, οἵς ἐξέπεμπον ἐπὶ Τροίαν πατέρες τε παῖδας καὶ τέκνα μητέρες καὶ νύμφαι συνοῖκοι, οἱ μὲν ἀγωνίσασθαι γενναίως κελεύοντες, αἱ δὲ νουθετοῦσαι πολεμεῖν ἀσφαλῶς, αἱ δὲ τοὺς ἄνδρας αἰτοῦσαι διὰ τάχους ἐπαγαγεῖν, εἰσέρχεται δὲ με κάκεινο καὶ δεινῶς ἀνίᾳ, ὅτι ὁ στόλος τὸ μάχιμόν ἐστι τῶν Ἀχαιῶν, ἡ νεότης δλη(1) τοῦ γένους, αἱ τῆς Εὐρώπης ἐλπίδες. Οὐκοῦν εἰς ὑπὲρ ἀπάντων συνέστηχεν οὕτος ἄγων, καὶ τῶν ἐφ' ἑκάτερα(2) ἡμῖν ἐκβαινόντων πᾶν τὸ Ἑλληνικὸν κοινώνει. Πλὴν εἰ μήτε τῶν οἴκοι, μήτε τῶν ἐνταῦθά σοι λόγος πολύς, ἐκεῖνο γοῦν ὅρα, μὴ, τὰς ναῦς Ἐκτωρ ἐμπρήσας, τὴν Ἀγαμέμνονος καταλάβῃ σκηνήν, καὶ Βρισηίδα τοῦ πολέμου λαβὼν ἀριστεῖον ἀπέλθῃ καὶ συνοικήσῃ τῇ κόρῃ, τοῦ τε κάλλους οἷα εἴδος ἠττηθεὶς καὶ τὸν ἐκείνης βουλόμενος ἔραστὴν ἀνιάσαι(3).