Ancient Greek
292.2
Choricius Rhet. et Soph., Opera 292.2
Unproofread scanNot analysed yet
Ἐγὼ μὲν οἶμαι, κἂν ἐν(4) γραφῇ ταῦτα θεάσῃ, χαλεπῶς φέρεις(5) τὴν θέαν. Πῶς οὖν οἶσεις(6) γιγνόμενον, ὃ γεγραμμένον οὐ χαρτερεῖς; ἀρ' οὖν ἐπάνιμεν, ἐκεῖνω τὸ γύναιον καταλείψαντες; οὐκοῦν δοξομεν Μενέλεω φαιλότεροι, τοσοῦτον ὑπὲρ Ἑλένης κεχηνημένου. Ἄλλ' ἐπειδὰν γένηται τοῦτο, παραταξόμεθα, καὶ χορηγήσομεν ἑτέραν ὑπόθεσιν τῷ πολέμῳ τὴν Βρισηίδα· καὶ, τὸν Πριάμου(7) καταβαλόν(8), ἀναλάψω τὴν χώραν· Ἄλλ' ἀμείνον, οἶμαι, εἴη(9) τοὺς οἰκεῖους τε σώζειν καὶ ταύτην ἑτέρῳ μὴ συνελθοῦσαν ἀναλαβεῖν, ἥπερ τοὺς μὲν φθειρομένους περιορᾶν, τὴν δὲ τῷ Πριάμῳ(10) συναφθεῖσαν κομίσασθαι. Ἡ τότε μόνον Βρισηίδος ἔρξς, ὅταν αὐτὴν Ἀγαμέμνων(11) ἀφῆλται;