Ancient Greek
292.4
Choricius Rhet. et Soph., Opera 292.4
Unproofread scanNot analysed yet
(2) P, ἐφ' ἑκάτερον. Νόμιζε δήπου τὴν ἐρωμένην ἀντιβολοῦσαν καὶ δεομένην, «Ὦ φίλτατε» λέγειν, «ἔγνωσὸν ὅσον ἠγάπημαι· δι’ ἐμὲ βασιλεὺς ἱκέτης καταφρονεῖται, δυστυχούντες οὐ λυποῦσιν ὁμόφρολοι, δυσμενεῖς οὐ φθονοῦνται νικῶντες, καὶ, τὸ μέγιστον, Ἐκτὼρ εὐδοκιμῶν οὐ δάκνει τὸν Ἀχιλλέα. Ἔχω δὴ παρὰ σοῦ τῆς εὐνοίας τὰ σύμβολα· ἔχω παρ’ Ἀγαμέμνονος σὲν ἤθελον δίκην, τοσοῦτον λελυπηχότος ὅσον διαστήσαι τοῦ ποθουμένου. Δὸς τοίνυν ὁμοίως καὶ Πατρόκλῳ τὴν χάριν. Ἐπιθυμῶ μετὰ τῶν ὅπλων ἰδεῖν ἀριστεύοντα, δεξάσθαι δὲ κεχονιμένον 1, μεστὸν αἵματος Τρωϊκοῦ. Ἡδὺ σε πρότερον 2 θεάσασθαι φοβερὸν, εἶτα καλόν. Τί μοι νίκας νέων καὶ ἀρχαίων 3 ἀνδρῶν μελῳδεῖς; τερπνότερον ἤδε 4 μοι μέλος, τὰς σὰς 5 ἀριστείας. Τοῦτο κάγω μετὰ σοῦ συνάδω 6 τὸ μέλος, καὶ μᾶλλον οὕτω τοὺς ἀκούοντας θέλομεν 7. Μεῖζων 8 γὰρ τῶν ᾄσματων ἡ τέρψις, ἀνδρεία τε καὶ γυναικεία φωνὴ κεχραμένων 9 ».