Ancient Greek
31.2
Choricius Rhet. et Soph., Opera 31.2
Unproofread scanNot analysed yet
Οὐ σμικρὸν μὲν οὖν ἔργον λύπην ἀκμάζουσαν τιθαστεύειν τε καὶ πρατύνειν. Ἀναπλάττετε γάρ, οἶμαι, τῇ διανοίᾳ τὸν ἀδελφὸν νῦν μὲν τὸ τῶν νέων ὁσάκοντα ποίμνιον (3), νῦν δὲ συλλέγοντα πρὸς ἀκρόασιν τὰ τέλη τῶν πολιτῶν, νῦν δὲ τὰς ἐπιδείξεις ποιούμενον εἰς ἀγορὰν προϊόντα, καθήμενον οἴκοι, προσπαίζοντα (4) τῆς ἀδελφῆς τοῖς ἐγγόνοις · οὐδὲ παίζειν γὰρ σεμνῶς, καιροῦ καλοῦντος, ἀπώνει. Λογίζεσθε (5) τὰς ἐλπίδας ἃς ἐπὶ τούτοις εἴχετε τοῖς παισίοις, ὡς τὴν μὲν τῶν ἀρρένων ξυνορίδα τιμήσει, τὸ δὲ ὀῆλυ συνάξει νυμφίῳ, καὶ τὴν παστάδα κοσμήσει λόγον ἄδων γαμηλίον. Φαντάζεσθε τὰ λουτρὰ, τὰ τεμένη, τοὺς ἐπιτηδεῖους, τοὺς φοιτητάς, οὓς δακρύσειεν ἂν τις ἰδών, ὥσπερ ἄνευ νομέως ἄγελαν. Λαμβάνετε κατὰ νοῦν, ὡς ἐν παισὶ μὲν ὀξύς, ἐν ἡβῶσι δὲ γέγονε σώφρων, καὶ συνετὸς ἐν ἀνδράσι, καὶ πρῆος ἐν γῆρᾳ, μᾶλλον δὲ πάντα καθ' ἑκάστην ἡλικίαν ἐκέκτῃτο · ὥστε, εἰ τις ἔκειτο νόμος διάφορον πλέκεσθαι στέφανον τῷ πᾶσαν ἡσκημένῳ τὴν ἀρετὴν ἐκ παίδων εἰς γῆρας, ὥστε παῖδα μὲν ἐκ ῥόδων στεφανοφορεῖν (6), ἐξ ἱῶν δὲ πρόσηδον, καὶ τὰς ἄλλας ἡλικίας ἄνθεσιν ἄλλοις, πάντας ἂν αὐτὸν τοὺς στεφάνους λαβεῖν.