Ancient Greek
31.3
Choricius Rhet. et Soph., Opera 31.3
Unproofread scanNot analysed yet
(2) A, ἄρτι γενήσεσθαι. (5) A, λογίζεσθαι, et mox φαντάζεσθαι. (6) B, στεφανοφορεῖν. 17 ΕΠΙΤΑΦΙΟΣ ΠΡΟΚΟΠΙΟΥ Ἐκ τούτων ὁδύνη τις ἡμῖν, ὡς εἰκός (1), ἐνοχλεῖ. Ἵπου καὶ τὰς εἰκόνας ὁρῶντες ἐκείνου δακρύετε, καὶ, τῇ τῶν χρωμάτων μορφῇ (2) πρὸς τὴν ἐμψυχον ἀναγόμενοι, μειζονι πληττέσθε πόθῳ, καὶ πρὸς τὴν τῶν γραφείων ἴσως ἀχθεσθε (3) τέχνην, ὅτι μὴ δύναται καὶ φωνὴν τοῖς οἰκείοις ἐνθεῖναι φιλοτεχνήμασιν. Εἶτα τὸ προστυχὸν ποιεῖσθε πρόφασιν μνήμης · ὅσοι γὰρ ἐν τοιαύταις γίνονται τύχαις, ἀφορμὰς ἑαυτοῖς ἐπινοοῦντες δακρύων, ἐκ παντὸς βιάζονται τρόπου τοὺς τελευτήσαντας ἐννοεῖσθαι καὶ σφίσι αὐτοῖς ὑπογράφειν. Ταῦτα δάκνει τὸν λογισμόν, ταῦτα τὸν ὕπνον ὀδύει, ταῦτα καθεύδουσι μόλις ἐνύπνια γίνεται. .