Ancient Greek
33.2
Choricius Rhet. et Soph., Opera 33.2
Unproofread scanNot analysed yet
(³) Ed. ἀνόντην. AB, ἀνόντητα. (⁵) B et Ed. ,οἴσωμεν. A, εἴσωμεν. ΕΠΙΤΑΦΙΟΣ ΠΡΟΚΟΠΙΟΥ Ἄρπαγος τοίνυν ὁ Μήδος, ἀνεῖλε μὲν Ἀστυάγης αὐτῷ τὸν παῖδα τὸν μόνον, καὶ, διαχόψας τὸ σῶμα, παρατέθεικεν (1) εὐωχίαν τῷ φύσαντι τὸν υἱόν· ὁ δὲ τὴν γνώμην οὐδαμῶς ἠλλοιώθη τῇ θέᾳ, πᾶν εἰρηνῶς ἀρεστὸν ὑπάρχειν αὐτῷ τὸ δοκοῦν βασιλεῖ. Εἰ τοίνυν ὁ ποιεῖ βασιλεὺς φορτηδὸν ἀνδρὶ λόγων ἀμοίρῳ, πολλῷ μᾶλλον παιδείαν ὑμῖν ἠσκημένοις ὅ τι ἂν πράττῃ θεός. Καὶ μὴν ἑκάστῳ δεινότερον πάθος υἱὸς τεθνηκὼς ἢπερ ἀδελφοῦ (2) τελευτή· φύσει γὰρ ἅπασιν ἡδίστον πάντων οἱ παῖδες(3). Ἐπεὶ δὲ καὶ τὴν (4) ἰδίαν ἐνίοτε συμφορὰν ἕκαστος οἴεται τὰ τοῦ πλησίου ὑπεραἱρεῖν κακῶ, ὑμεῖς δὲ καὶ ἄλλως ἀπειροὶ τέκνων ὑπάρχετε, οὕτω τυγὸν ἔχετε δόξης, καὶ θάνατον ἀδελφοῦ χαλεπώτατον οἴεσθε πάθος, ὁμοίους ὑμᾶς ἴσως μοι παραδείγμασιν (5).