Ancient Greek
32.4
Choricius Rhet. et Soph., Opera 32.4
Unproofread scanNot analysed yet
(1) A, ἡμῖν εἰκός. (3) AB, πληττέσθαι. . . ἀχθεσθαι. Mox A, ποιεῖσθαι. ἀγαθὸν κυβερνήτην πρὸς ἀντιπνέοντας ἀνέμους τῷ πλοίῳ. Ἀνδρείον καλῶ στρατιώτην τὸν ἐν τοῖς κινδύνοις μὴ λελειπότε τὴν τάξιν (¹). Τοὺς φιλοσόφους διψ χρωμένους ἐν ἀκμῇ δυσκολίας ὅπως φέρονται θεωρῶ. Ἰδιώτη μὲν γὰρ φάρμακον ἔστιν λύπης ὁ χρόνος (²) · ὁ δὲ διὰ μούσης ἐλθὼν καὶ θεῖον γευσάμενος ἀκουσμάτων, μὴ μοι τοιαύτην θεραπείαν ἀναμένετω. Δεῖ γὰρ τῆς ἰατρείας τοῦ χρόνου τὰ τοῦ λογισμοῦ φάρμακα προηγήσασθαι · ἢ τί πλέον ἡμῖν οἱ λόγοι δωρήσονται; τοῦ δὲ χάριν πονοῦμεν, τὰς τῶν παλαιῶν ἐκμανθάνοντες τύχας; οὐ γὰρ ἵνα τὸν χρόνον ἀνόνῃτα (³) δαπανῶμεν, ἀλλ' ὅπως, οἶμαι, τὴν τε ἄλλην ἐκείθεν ὠφέλειαν δρεψώμεθα, καὶ, τοιούτου συμβάντος καιροῦ, πρὸς ἀνδρας ἴσα (⁴) πεπονθότας ἡμῖν ἢ πικρότερα πάθη τὸν νοῦν ἀναφέροντες, οὕτως οἴσωμεν (⁵) βῆρον.