Ancient Greek
35.1
Choricius Rhet. et Soph., Opera 35.1
Unproofread scanNot analysed yet
Τί ἂν ὑμῖν ἐγκράτειαν ἄνδρῶν διηγοίμην ; Μέμνησθε δήπου τῆς ἰερείας ἐκείνης ἥς οἱ παῖδες, ἀπόντων αὐτῆ τῶν βοῶν, οἷς εἴωθε πρὸς τὸ τῆς Ἥρας ἄγεσθαι τέμενος (διπκόνει γὰρ τῇ (¹) θεῷ), παρούσης ἤδη τῆς ἑορτῆς, τὸν ζυγὸν ὑποδύντες, ἔλκον τὴν ἅμαξαν τῆς μητρὸς ὀχουμένης · μέμνησθε ταύτης, καὶ ὅτι τὴν Ἥραν ἰκέτευσε τοῦτο νείμαι τοῖς τέκνοις τὸ δῶρον ὅπερ ἄριστον ἀνθρώπῳ λαβεῖν. Ἦκουσεν ἡ θεός, καὶ πληροῖ τὴν εὐχήν, καὶ θανάτῳ δωρεῖται τοὺς νεανίας. Ἦνεγκεν ἡ γυνὴ τὸ συμβάν, ἡ μήτηρ (²) δύο παῖδας ὁμοῦ νεανίσκους ἀποβαλοῦσα καὶ δοκοῦσα τῆς τελευτῆς αἰτία γενέσθαι. Καὶ γέγονεν ἐναργὲς τῇ μαρτυρίᾳ τῆς Ἥρας ὡς ἄριστον ἀνθρώπῳ δῶρον ὁ θάνατος.