Ancient Greek
35.2
Choricius Rhet. et Soph., Opera 35.2
Unproofread scanNot analysed yet
Ἔοικα δὲ τῃναλλως (³) ὑμῖν ἐνοχλεῖν οἷκοθεν ἐγνωκόσι τὸ δέον. Ἐξδον γάρ, εἶδον νικῶντας καρτερία τὸ πάθος· οὐχ ὀλίγοις (⁴) ὑμᾶς φιλοσοφῶντας ὑπέδειξα παρὰ (⁵) τὸν μέγιστον τῶν δακρύων καιρόν. Καὶ μᾶλα προσήκων ὑμῖν οὗτος ὁ τρόπος. Ἄνευ γὰρ τῆς ἐγκρατείας, ἢ τις ὑμῖν ἐκ φύσεώς τε καὶ λόγων προσοῦσα τυγχάνει, τίς οὕτω φιλόψυχος ὥστε (⁶) βδελυρὸς ὁ βίος οὐ φαίνεται, πραγμάτων γέμων ἀεὶ ποιούντων. ἠδεῖαν ἑκάστῳ τὴν τελευτήν, ὅπερ ἐφη τις εὖ φρονῶν (⁷) τῶν Περσῶν βασιλεῖ. Ἰδὼν γὰρ τοὺς ἐπὶ γῆς (⁸) συναχθένον, ὅτι καὶ τὸ πλῆθος τῶν ἀνθρωπίνων ἐτῶν χρόνος ἐστὶ βραχύς, λόγον ὁ βάρβαρος ἑλληνικὸν (⁹) ἀπερρήξατο · «Οὐ τὸ σύντομον, ὦ βασιλεῦ, τοῦ βίου δεινόν, ἀλλ' ὅτι, «βραχύς πεφυκώς, ποικίλας ἔχει φροντίδας. Τὰ μὲν κακὰ τῇ παρου-