Ancient Greek
36.3
Choricius Rhet. et Soph., Opera 36.3
Unproofread scanNot analysed yet
Καὶ μοι δοκῶ (1), εἰ τις θεῶν πάντας ἀνθρώπους εἰς ἕνα που χῶρον συναγαγὼν, ἕκαστον ἀπαιτήσει τὴν ἑαυτοῦ διηγήσασθαι τύχην, εἶτα, πάντων εἰπόντων, ἕκαστου πύθοιτο πάλιν ποίαν ἔχειν ἤλαιο, πάντας ἂν ἀποροῦντας σιγήσαι μηδένα ζηλωτὸν θεωμένους (2). Ἐντεῦθεν ἄρα τινές (Τραύσους (3), οἶμαι, τὸ γένος προσαγορεύουσι), τικτομένου μὲν τινος, ὡλοφύροντο, σκοποῦντες εἰς δσα ἤλθε κακὰ, ἀπιόντος δὲ, πανήγυριν ἤγον, ὧσων ἡλευθέρωται δυσχερῶν ἐννοοῦμενοι. Πάλαι ταῦτα βούσι καὶ ποιηταὶ καὶ φιλοσοφίαν ἀσκήσαντες ῥήτορές τε καὶ συγγραφεῖς, ὥσπερ εἰς ἕν συνελθόντες καὶ πρὸς ἀλλήλους (4) συνθέμενοι, μίαν ἀπαντες γνώμην περὶ τῶν ἀνθρωπείων κακῶν ἀπεφήναντο (5).