Ancient Greek
36.4
Choricius Rhet. et Soph., Opera 36.4
Unproofread scanNot analysed yet
Πλὴν, ὅσον ἔνεστιν ἐπὶ γῆς ὄντα πράττειν καλῶς, πνέουσαν ἔσχεν ἐξ οὐρίας (6) τὴν τύχην · ὅσφ γὰρ τῶν ἄλλων σοφώτερος (7), τοσοῦτω μᾶλλον εὐδαιμονέστερος ἦν, εἴπερ ἡ σοφία, κατὰ τὸν Πλάτωνος δρον (8), εὐδαιμονίας κεφάλαιον. Ἄλλὰ μὴν τοσαύτην βεβίωκεν ἡλικίαν, ὥστε μήτε γήρως ἀμοῖρος εἶναι, μήτε τὴν ἐπομένην τοῖς σφόδρα πρεσβύταις ἀναμεῖναι ταλαιπωρίαν. Ἄνευ δὲ τούτων, ὅσων γέγονε παιδευτὴς, τοσούτων ὑπῆρχε πατήρ, ἴσα καὶ τέκνων (9) τοὺς φοιτητὰς ἀγαπῶν. Εἰ δὲ δή τι κάμωι λόγου πρόσσεσιν ἀξίων καὶ παιδεύειν ἐπιχειρῶ, οὐ πατήρ, ὡς ἔοιχε, μόνον, ἀλλὰ καὶ πάππος (10)ἤδη γεγονὼς ἐτελεύτα.