Ancient Greek
366.2
Choricius Rhet. et Soph., Opera 366.2
Unproofread scanNot analysed yet
Καίτοι πῶ δικαίων σωμάτων μὲν καταφρονεῖν, οἰκοδομημάτων δὲ φειδεσθαι, καὶ Βωμοῦ μὲν ὅπως ἔστηξει ποιεῖσθαι πρόνοιαν, νόμους δὲ λυομένους περιορᾶν, καὶ γλῶσσαν μὲν δικαστῶν καὶ τὸ παρὰ τῶν νόμων ξίφος μάταιον εἶναι, μαιφόνοις δὲ καὶ πλεονέκταις, τὰς χεῖρας ἐνεργοὺς ἐξῆν; Καὶ εἰ φρούριον μὲν οἷοί τε ἐγένεσθε καθελεῖν τῶν ἐν τῇ πολεμίᾳ, οὐχ ἂν ἠμελεῖτε· Βωμοῦ δὲ κατὰ τῶν νόμων καὶ τοῦ κοινοῦ τῆς πόλεως ἰσταμένου κατ’ αὐτὴν τὴν πόλιν, ἀνέξεσθε; καὶ πῶς οὐχ ἄτοπον ὑπὲρ μὲν τῆς τῶν πολεμίων δυστυχίας χάριν ἔχειν δεῖν οἴεσθαι τῷ θεῷ, Βωμὸν δὲ ἐθέλειν σώζειν οὕτω πολεμοῦντα τῇ πολιτείᾳ;