Ancient Greek
366.3
Choricius Rhet. et Soph., Opera 366.3
Unproofread scanNot analysed yet
Ἔτι δὲ ἐκεῖνο πυνθάνομαι ὑμῶν, ὦ Ἀθηναῖοι· εἰ τῷ Σόλωνι τῷ νομοθέτῃ καὶ τῶν ἀνθρώπων τοῖς πονηροτάτοις ἐγένετο περὶ τοῦ προκειμένου λόγος, εἴτ’ ἐψηφίζοντο, τίσιν ἂν ἐθεσθε, ὦ Ἀθηναῖοι; ἐγὼ μὲν οἶμαι τῷ Σόλωνι· τί δὲ ἐκεῖνος; οὐκ ἐδόξεν ἂν ὑπὲρ τῶν νόμων; οὐ γὰρ οὕς αὐτὸς ἔθηκεν ἐμελλεν, οἶμαι, καταλύειν. Νόμους δὲ ἐθέλων σώζειν, τ’ ἂν εἴπε περὶ τοῦ Βωμοῦ; ἢ δῆλον ὡς ἡ μηδένα δεῖ φεύγειν τὰς δίκας διὰ τὸν Βωμόν, ἢ καταβαλεῖν.