Ancient Greek
40.7
Choricius Rhet. et Soph., Opera 40.7
Unproofread scanNot analysed yet
(4) A, μεστόν. ἔπαινον, νικῶμαι τῷ μεγέθει τῶν ἀρετῶν, ἀσμενος εἶξα (1) τῇ συντομίας τοῦ χρόνου, τὴν ἐκ τοῦ τάχους θηρεύων συγγνώμην. Ἦδη μὲν οὖν τις τὰ Μουσῶν ἐργαζόμενος εὖ μᾶλα (2) ποιητικῇ σειρήνι τὸ θέατρον ἐθέλησεν, ἐνία σου (3) τῶν γνωρισμάτων ὑποτάξας τῷ μέτρῳ· οὐ μὴν ἐντεῦθεν ἡμῖν οἱ λόγοι στενοχωροῦνται· ἀλλ’ ὡσπερ (4) μέγα πλέουσι πέλαγος ἑκάδες πανταχόθεν πολλαί, καὶ φόβος οὐδεὶς μὴ λάθωσι ποῦ τινες (5) ἀλλήλας πιέζουσαι, οὕτως ἡ τῶν σῶν ἔργων (6) εὐρυχωρία παντὶ δίδωσιν ἐπαινέτη τόπον ἀρκοῦντα.