Ancient Greek
41.2
Choricius Rhet. et Soph., Opera 41.2
Unproofread scanNot analysed yet
Δεῖγμα δὲ σου πρῶτον ἀρχικῆς ἐπιστήμης τὸ δις τὴν αὐτὴν λαχεῖν ἐξουσίαν. Οἱ γὰρ τοιαύτης ἀπαίδευτοι τέχνης ἢ τὸν ἀπαντα χρόνον εἰς ἰδιώτας τελοῦσιν (7) ἢ μιᾶς ἀπολαύουσι δυναστείας, ἐλεγχόμενης αὐτῶν τῆς ἀμαθίας τῇ πείρᾳ. Σοῦ (8) δὲ τοῦ καλῶς ἀρξαι τὴν πρώτην ἢ δευτέρα τεκμήριον· τὸ δὲ βραδεῦσαι τὴν προτέραν ὀρθῶς τοῦ φθάσαντος βίου σημεῖον. Οὐ γὰρ ἐκὴν ἄνδρα (9) γενέσθαι τοιούτων, εἰ μὴ καλῶς ἐν παισὶ (10) καὶ μειρακίοις ἐτράφης.