Ancient Greek
59.4
Choricius Rhet. et Soph., Opera 59.4
Unproofread scanNot analysed yet
Χρεία τις αὐτὸν ἀνῆγεν ὡς βασιλέα τάχος ἀπαιτοῦσα πολύ. Ταύτην ὡς ΕΠΙΤΑΦΙΟΣ ΜΑΡΙΑΣ. ἐβούλετο διαθεῖς, μετὰ τῆς αὐτῆς ἀνῆει σπουδῆς, ἐν ἴση ποιούμενος τάξει τὰ προσάντη (1) χωρία τοῖς εὐηλάτοις. Κατὰ μέσον οὖν τῆς πορείας αὐτῷ βουβῶνος ἐπαρθέντος ἐξαίφνης, ἐπειδὴ νὺξ ἐγεγόνει (2), μόλις μὲν, τῆς ὀδύνης ἀπωθουμένης (3) τὸν ὕπνον, ἐκάθευδε ἐ’ οὖν ὅσον βραχύτατον ὄναρ ἰδεῖν. Τὸ δὲ ἐνύπνιον ἡ μήτηρ (4) ἤν ἐρωτῶσα τῆς ἀναδ· λῆς τὴν αἰτίαν. Ὁ μὲν τὸ πάθος δεῖχνὺς, ἡ δὲ τὴν χεῖρα προσάγ· υσα, τοῦ θείου πάθους γρωμένη συμβόλῳ (5), ἔδοξε νύκτωρ ἀπηλλάχθαι τῆς νόσου · καὶ μεθ’ ἡμέραν ἀπήλλακτο. Εἰκότως, ὡς δοῖκε, τὸν εἰρημένον ἐκείνη νέμουσιν ἔρανον αἱ τῶν πράξεων ἀρεταί, καὶ διὰ τῆς πείρας αὐτῆς παριστῶσιν ὡς μάτην αὐτὰς ἀνοήτους (6) εἶναι νομίζουσιν οἱ πολλοί.