Ancient Greek
60.3
Choricius Rhet. et Soph., Opera 60.3
Unproofread scanNot analysed yet
Ὦ πολυμνήτου ζηλωτῇ ἐκφορᾶς (7), παίδων, θυγατέρων, ἐγγόνων (8) ἀκολουθούντων ἐπὶ τὸ μνῆμα! ὦ θανάτῳ δακρύων μὴ δεομένω! Τοιούτων ἐπρεπε τέλος ἐκεῖνη · τοιούτον πῦζατο πέρας λαχεῖν, πρότερόν τε πολλάκις καὶ παρὰ τὴν νόσον αὐτήν. Τοῦ γὰρ πρεσβυτέρου τῶν παῖδων παθόντος τι καὶ δακρύσαντος, «Ἔτυχον, ὦ τέκνον »φησίν, «ὧν ἐγλιχόμην (9). Οὕτως ἡδίστον ἀπελθεῖν ἑκάστη γυναικὶ σωφρονοῦση. Μὴ γὰρ παιδίων ὀλοφύροιτο μήτηρ, ἀλλὰ τελευτῶσαν μητέρα θεάσαιτο