Ancient Greek
61.1
Choricius Rhet. et Soph., Opera 61.1
Unproofread scanNot analysed yet
παῖς (1) ». Ταῦτα διελέχθη (2) γυνὴ μικρὸν ἀπέχουσα τελευτῆς, οὐδὲν παραπλήσιον τοῖς ἄλλοις παθοῦσα πρεσβύταις, οἱ τέως μὲν σχηματίζονται βούλεσθαι τελευτᾶν καὶ φαῖν ἰκανῶς ἀπολαῦσαι τοῦ βίου · ἐπειδὰν δὲ τις αὐτῶν νόσῳ περιπεσὼν αἰσθῆται πλησίον οὖσαν τὴν τελευτήν, τότε ἤδη τὴν οἰκείαν ἀποκαλύπτει διάνοιαν, καὶ βραχὺν μὲν ἡγεῖται τὸν χρόνον ὃν ἔλαχον ἄνθρωποι ζῆν, ἀναλογίζεται δὲ καὶ σκοπεῖ τὰς περὶ τὸν βίον ἡδυπαθείας (3).