Ancient Greek
61.10
Choricius Rhet. et Soph., Opera 61.10
Unproofread scanNot analysed yet
(9) Ed. ,μὴ τῷ. A, μὴ τῷ. Σωκράτης μὲν οὖν παρόντων αὐτῷ τῶν γνωρίμων μέλλοντι τελευτᾶν, ὡς ἤθετο (4) δακρυόντων, τοῖς μὲν μικροψυχίαν ὤνειδισε, τὰς δὲ θρηνοῦσας ἐξέπεμψε γυναῖκας, «ἵνα μὴ τοιαῦτα »φησὶ «πλημμελοῖεν »(5). Οὕτως ἤγειτο πλημμέλημα τὸ δακρύειν · ἡμῖν δὲ προστίχει κρατοῦσι τῶν ἄλλων τῆς ψυχῆς νοσημάτων, ἡδονῆς, κέρδους, δόξης, καὶ τοῦ λοιποῦ πάθους ἐπικρατήσαι, τῆς λύπης (6) · ὡς ἅπαν μὲν πάθος φευκτέον τοῖς εὖ φρονεῦσι, τοσοῦτον δὲ μάλιστα λύπην, ὅσον ἡδονῇ μὲν καὶ χρήματα καὶ θυμὸς ἔχει τινὰ συγγνώμην τοῖς ἀμαρτάνουσιν, ἡ μὲν τὸ τερπνὸν προξενοῦσα, τὰ δὲ παρέχοντα κέρδος, ὁ δὲ σωφρονίζων ἐχθροὺς (7), τῇ δὲ λύπῃ, πλὴν τοῦ μαρᾶναι τὸν ἀνιώμενον (8), οὐδὲν πρόσεστιν ἕτερον.