Ancient Greek
65.1
Choricius Rhet. et Soph., Opera 65.1
Unproofread scanNot analysed yet
προαιρήσει τὸν τύραννον, τῇ δὲ πράξει τὴν ἐκείνου διαφθείρας γονήν. Οὐδὲν αὐτῷ συνελθοῦσις ἀρετῆς ἅμα καὶ τύχης (1), οὐ μέτρια φρονεῖν καρτερεῖ. Εἰ γὰρ Περίκλῆς ὁ Ξανθίππου, ψιλὴν ἀποχρουόμενος λοιδορίαν, πάντας διαβαδίζει τῆς εὐφημίας (2) τοὺς τρόπους ἑαυτὸν αὐτὸς ἐπαινῶν, τίς ἂν ἐγκαλέσειε (3) τούτῳ τοῖς αὐτοῖς ἐγχειρήμασιν αἰτιολογίαν ἀπωθουμένῳ (4), πειρωμένην αὐτὸν τὴν προσήκουσαν ἀμοιβὴν ζημιῶσαι; Οὕτω καὶ Δημοσθένης, τὸν Ἄτρωμήτου (5) ἡνικῶς, τὴν πρέπουσαν (6) δωρεάν, τὸν στέφανον, ἐκομίζετο. Ποιεῖ μὲν οὖν πρᾶγμα τοῖς ἀκούουσιν ἐπαχθές· φύσει γὰρ ἄνθρωποι πρὸς τοὺς ἑαυτοὺς ἐγκωμιῶντας σάχνονται· ἀλλὰ τὸ βαρὺ τοῦτο καὶ φορτικὸν ἀλύπως ὁ δήμος ἐξ εὐθυμίας ἀνέχεται. Ὡς γὰρ ἑαυτὸν οὕτως ἀποσεμύνει, τοσούτῳ (7) ἐπαύξει τῷ δήμῳ τὴν εὐφροσύνην, δεῖκνὺς ἐξ οἵας (8) αὐτὸν