Ancient Greek
66.1
Choricius Rhet. et Soph., Opera 66.1
Unproofread scanNot analysed yet
πολιτείας εἰς οἷαν μετήνεγκεν 1· ἔνθα καὶ τῆς ὑπαρχούσης τῷ τυράννῳ μνημονεύσει χαχίας, τῇ πονηρίᾳ τοῦ τελευτήσαντος τὸν αἴτιον τοῦ φόνου κοσμῶν. Πείσεται δὲ τοῖς λεγομένοις ἀσμένως τὸ πλῆθος· ἥδιστα μὲν οὖν καὶ πλεῖονα τῶν ἐκείνῳ προσόντων ἀκούσεται. Οὐ γὰρ ἐξαρκαὶ τοῖς ἠδικημένοις τὰς ἀληθεῖς μόνον κατηγορίας ἀκούσαι τῶν δυσμενῶν. Ὦθεν εἰ καὶ ψευδεῖς τὰς κατ' ἐκείνων ἦσμεν διαβολάς, οὐδὲ τούτων χωρὶς ἡδονῆς ἀκροώμεθα. Ὦνα δὲ μὴ 2 τύχης ἔργον ἀπλῶς ὁ τοῦ τυράννου δόξειε θάνατος, ἀλλὰ τοῦ παιδὸς ἡ σφαγὴ νομίζοιτο πρόφασις, παντοδαποῖς παραστήσομεν τρόποις ἐκ τῆς περὶ τούτων φιλοστοργίας ἀδίωτον ἐκείνῳ γεγονότα τὸν βίον, περιάπτοντες τῷ παιδὶ τὰ τε ἄλλα δι' ὧν μάλιστα τέκνοις εὐνοοῦσι 3 γονεῖς, καὶ τὴν ἀχμαζούσαν ἡλικίαν· ἀπίθανον γὰρ παιδίον βραχὺ τεθνῆκὸς οὕτω πατέρα λυπεῖν ὅσον ἐφέλκεσθαι πρὸς ἰδίαν σφαγήν.