Ancient Greek
67.1
Choricius Rhet. et Soph., Opera 67.1
Unproofread scanNot analysed yet
σούτω δὲ τοῦ τεκόντος ἐφύετο χειρῶν ὁ παῖς, ὅσον ὁ μὲν πατρὸς ὑπῆρχε δημοτικοῦ, ὁ δὲ σπέρμα καθειστήκει τυράννου. Εἰ δὲ πονηρὰ φύσις ἄνευ δυνάστου πατρὸς ἀπειργάσατο τύραννον, τί ἂν ἔδρασε πατρικὴν προσλαβοῦσα πλεονεξίαν ; καὶ τό γε σφόδρα δεινόν, ὅτι καὶ δικαίως ἡμῶν ὁ παῖς ἠγεῖτο κρατεῖν ,οἷα δὴ κτῆμα πατρῴων τὴν ἀξίαν παραλαβών. Ὅταν δὲ συγγνώμη τις ἔχειν οἴωται 1 τῆς ἀδικίας ,ἄνιатον γίνεται τοῖς ἀδικοῦμένοις καχόν, μεταμελείας ἀνηρημένης. Δυσὶν ἄρα τῇ πόλει δεινῶν τὸ μέγα μὲν ὑπ’ ἐμοῦ καταλέλυται, τὸ δὲ ὀραχὺ δι’ ἐμοῦ.