Ancient Greek
67.2
Choricius Rhet. et Soph., Opera 67.2
Unproofread scanNot analysed yet
Εἰ μὲν οὖν ἄμοιρος ἐπὶ παίδων ἐστὶν ὁ διαβάλλων τὴν αἰτίσιν, εἰκότως ἐκ τῆς ἀπειρίας ἤγεται κοῦφον ἀτύχημα παίδων ἀποβολήν· εἰ δὲ τυγχάνων πατὴρ οὕτω λογίζεται καὶ φρονεῖ, παραβαίνει φύσεως νόμον, ὃν ἐφύλαξε μόνον 2 ὁ τύραννος, οὐδὲ τὴν ἄνευ τοῦ παιδὸς καρτερήσας, πολλαῖς ἀφορμαῖς εἰς τοσοῦτο εὐνοίας ἐλθών. Λέγεται γὰρ νέος μὲν γῆμαι, πλεῖστον δὲ χρόνον ἄπαις ὑπάρχειν, ὅψὲ δὲ κυοῦσης αὐτῷ τῆς γυναικὸς, δεδοικέναι τε καὶ φυλάττειν · σφαλερόν γὰρ κύουσα γυνὴ καὶ βραχυτάτης εἰς κίνδυνον δεομένη προφάσεως. Ἐπεθύμει ὠδίνουσαν τε καὶ τεκοῦσαν ἰδεῖν. Ἦν οὖν οὐχ ἀπειχότως περιπόθητον αὐτῷ τὸ παιδίον 3, ὡς ἀξρέν, ὡς μόνον, ὡς παρ’ ἐλπίδα τεχθέν, ὡς δευτέρας γονῆς οὐδαμῶς ἐσομένης, ἤδη τῆς παιδοποιίας ἐξῖοντι τοὺς ὅρους, ὡς τὴν πατρώαν κεκτημένον ἰδέαν 4. Φιλεῖ δὲ ἄρα καὶ τοῦτο τῶν γονέων ἐρεθίζειν τὴν εὐνοιαν 5. Ἐτρέφετο τοίνυν ἐπὶ διαδοχῇ τῆς ἀρχῆς καὶ τυραννεῖν κατὰ μικρόν 6 ἐδιδάσκετο. Ἦδη τε μειράκιον ἦν, αὐτὸ που