Ancient Greek
67.3
Choricius Rhet. et Soph., Opera 67.3
Unproofread scanNot analysed yet
1 Ed. ,οἶσται. A, οἶωται. τῆς ἡλικίας ἄγον τὸ ἄνθος (1), ἔτε γονεύσιν ἀνιарότατον (2) θάνατος παίδων. Δύο δὴ τυράννων, τοῦ μὲν ὑπάρχοντος, τοῦ δὲ γινομένου, οἱ μὲν ἄλλοι πάντες ἐσχετλίαζον μόνον, οὐδὲ τοῦτο πράττοντες ἀδελῶς· ἐγὼ δὲ μεθ’ ἡμέραν μὲν καταλυσιν ἐμελέτων, νύκτωρ δὲ ταύτην ὄνειροπόλουν. Ὀπλίσας οὖν τὴν ψυχὴν δημοτικοῖς λογισμοῖς, ἀνέβην ἐπὶ τὸ τῆς δωναστέίας χωρίον, ὅσον ἤν ἀποκρύψαι ξιφίδιον φέρων. Καὶ τῷ προσώπῳ συστιάσας τὴν γνώμην, καὶ τοὺς ἐκεῖνοῦ δορυφόρους παραδοκήσας ἐτέρωσέ πη (3) τὴν διάνοιαν ἔχοντας, οὐδαμοῦ τὴν θύραν (4) εὕρων, κύκλῳ περιάγων τὸ θλῆμμα. Ἔπειτα κατανοήσας τὸν νέον, πολλαχόθεν ὀργῆς ἐνεπλήσθη, δυνάστου (5) θεασάμενος παῖδα καὶ προσφερῆ τὴν ὄψιν ἐκείνῳ, καὶ τοῦτον ἐν ἀχροπόλει, χωρὶς τυραννικῶ (6). Ἐν οἷς γὰρ ἀδικοῦμεθα τόποις, ἐν τούτοις πλέον ἀμύνεσθαι τοὺς ἀδικήσαντας ὀφειόμεθα. Ἐγένετο δὲ μοι προσθήκη θυμοῦ καὶ τὸ τοῦ (7) τυράννου διαμαρτεῖν. Τοσαύταις ἐγὼ κινήσεως ἀφορμαῖς, καιρίαν ἐπιφέρω πληγήν. Οὐχ ἤνεγκα τοσαύτης ἡδονῆς ἀνίκοον ἐξασαι τὴν πόλιν, ἐσπευδόν τε μηνῦσαι τὸ πεπραγμένον, μὴ με φθάσας τις ἕτερος εὐφράνῃ τῷ πλήθει τὰς ἀκοάς. Ὁ γὰρ τι μέγα πράξας, τὴν ἰδίαν ἐπείγεται πρώτως κηρύτ-