Ancient Greek
73.2
Choricius Rhet. et Soph., Opera 73.2
Unproofread scanNot analysed yet
Ἔστι τοίνυν ἡμῖν νόμος ἄρχαιος, τὸν αἴτιον ἀδίκου σφαγῆς τὴν αὐτὴν ἀπαιτῶν τῷ δράσαντι δίκην. ΝΟΜΟΣ. Ἀκούεις 2 τοῦ νόμου· σοὶ διαλέγεται 3. «Τοὺς αἰτίους »φησί «ρόνων ἀδίκων ὁμοίως χολάζω τοῖς εἰργασμένοις ». Οὐκοῦν καὶ φόνου δικαίου τὸν αἴτιον ὁμοίως τιμᾶ τῷ δεδραχότι. Οὐ γὰρ δὴ τὴν μὲν κακίαν οἴονται δεῖν σωφρονίζειν οἱ νόμοι, ἀμείψον δὲ περιορᾶσι τὴν ἀρετήν· ὅσης γὰρ ἀξιοὶ δίκης οἱ πονηρίαν τινὰ μετιόντες, τοσαύτης, οἶμαι, τιμῆς οἱ τὴν ἀντιχειομένην ἀρετὴν ἠσκημένοι· κἂν πλείονος ἐίπης, ὁρθῶς ἐρῶ σε δικάζειν. Τῆς γὰρ φύσεως ἐτοιμότερον πρὸς τὰ χειρῶ καθελκομένης, τοῖς μὲν ἀμαρτάνουσι γίνεται τοῦτο συγγνώμη, μειζῶν δὲ 4 τοῖς ἀγαθοῖς εὐφημία· καὶ τιμωρία μὲν ἐλαττουμένη φιλανθρωπίας εὐχλειαν ἤνεγκεν, ἀμοιβὴ 5 δὲ συστελομένη ψόγον ἀχριστίας.