Ancient Greek
73.5 to 73.6
Choricius Rhet. et Soph., Opera 73.5-6
Unproofread scanNot analysed yet
Φέρε δὴ καὶ τοῦτο σκεψώμεθα· εἴ τις ἐκ γένους ἐκείνῳ προσήκων διεδέξατο τὴν ἀρχήν, οὐκ ἂν ὑπὸ τούτῳ δίκην ἐφευγον φόνου· οὐδεὶς ἀντερεῖ. Μὴ τοίνυν τῆς τελευτῆς ἀποστέρει με τὴν αἰτίαν. Ἥ, πρὸς θεῶν, εἰ μὲν τῷ τυράννῳ προσήκων τις ἐκρινεν, ἀνεῖλον ἐκεῖνον· εἰ δὲ ὁ δῆμος ἐκκλησιάζει, τὸ γεγονός οὐκέτι μοι πέπρακται 6· εὐήθες 7 μᾶλα καὶ γελοῖον. Οὐ τοίνυν μόνον ἐκ τῆς τοῦ παιδὸς τελευτῆς ἐμοὶ λογιστέον τὴν τοῦ κρατοῦντος ἀναίρεσιν, ἀλλὰ καὶ τρόπον ἕτερον. Φονέα με καλοῦσιν οἱ νόμοι 8· φονέα γὰρ ἐκεῖνοι καλοῦσι τὸν ἀποκτεῖναντα τῇ προαιρέσει, καὶ τὴν χεῖρα πρὸς φόνον ὀπλίσαντα, κἂν τὸ ἔργον ἀπῇ. Οὐ γὰρ αἱ