Ancient Greek
82.2
Choricius Rhet. et Soph., Opera 82.2
Unproofread scanNot analysed yet
Ταῦτα κατέστησεν ἀτίττητον ἐκείνῳ τὸ πάθος· τούτοις αὐτὸν ἀπεκτείναιμεν. Εἰ μὲν γὰρ παράδοξον ἦν αὐτόχειρα γεγενῆσθαι (οὐ γὰρ, οὐ τινὸς τῶν ὑπ’ αὐτῷ τεταγμένων ἀνηρημένου (³) τοῦτο πεποίηκεν), ἀλλῶς ἂν ἤτουν, εἴπερ ἤτουν, τὴν δωρεάν· τῶν γὰρ ἐκ τοῦ παραλόγου συμβεβηκότων μισθὸν ἀπαιτεῖν οὐ προσήκει· ἐπὶ δὲ τοῖς ὑπ’ ἐμοῦ γενομένοις οὐκ ἀνάμωστον τὸ πραχθέν. Ἄτοπον δ’ ἂν εἴη καὶ γέμον αἰσχύνης πρῶτην ἐκκλησίαν δημοτικὴν ἀγνωμοσύνην χειροτονηῆσαι, καὶ ταῦτα πρὸς εὐεργέτην καὶ ὃφ’ οὗ συνέστη.