Ancient Greek
82.3 to 82.5
Choricius Rhet. et Soph., Opera 82.3-5
Unproofread scanNot analysed yet
Καὶ μὴ τι θαυμάσης, εἰ, περὶ τοὺς ἄλλους (⁴) ἐκεῖνος ἀπάνθρωπος ὢν, ὑπερεφίλει τὸν παῖδα. Πλεῖστον γὰρ ὅσον ἡμερότητι διαφέροντες τῶν θηρίων, πλῆν οὐδὲν ἐκείνων ἐν τούτῳ κεκτήμεθα, τρεφόντων ἡδὴς τὰς οἰκείας γονὰς, φρουρούντων (⁵) ἐπιμελῶς μὴ θηρευταὶ περιπέσωσιν. Ἦν οὖν ἐκεῖνος τοῖς ἄλλοις μὲν τύραννος, τῇ γονῇ δὲ πατήρ. Ἀκούω σε τοίνυν περιόντα πυνθάνεσθαι, καὶ συλλέγειν τοὺς ὑπ’ ἐκείνου τέκνων ἐστερημένους, ὅσοι τοῦτο (⁶) παθόντες ἑαυτοὺς οὐ διέψευραν, καὶ μέλλειν ὀνόματί μοι τούτους ἀπαριθμήσαντα (⁷) λέγειν, ὡς, εἰ τοῦτῶν ἐκεῖνος τὴν καρτερίαν ἐξῆλωσεν, ἢν ἂν τραχύτερος τῇ πόλει τὸ κατ’ ἐμέ. Τί οὖν κωλύει τινὰ τὴν σὴν φιλονεικίαν μιμούμενον, κατάλογον τῶν ἑαυτοὺς ἀνηρηκότων ποιήσασθαι, καὶ διὰ τούτων ὡς ἀφόρητον γονεύσι πάθος παίδας ἀποβάλλειν δεικνύναι; Ἄλλα τοῦτο μὲν ἕτερος ἂν ἐποίησε