Ancient Greek
84.2
Choricius Rhet. et Soph., Opera 84.2
Unproofread scanNot analysed yet
Παρὰ πάντα δὲ τὰ λεχθέντα, οὐ προσῆσαν, οἶμαι, τοῖς ἄλλοις τοσαῦται τοῦ περὶ τέχνα πόθου προφάσεις 4. Παῖδά τις εἶδεν ὑπὸ τοῦ κρατοῦντος ἀνηρημένον; ἴσως ἕτερον εἶχεν · ἐνὸς ὑπῆρχε πατήρ; οὐ τέθνηκεν ἐν ἀκμῇ 5 τῆς ἡλικίας ὁ παῖς · τοῦτον ἤγε τὸν χρόνον ὁ νέος; οὐ πάντα τῷ φύσαντι προσόμοιος ἦν · ταύτην 6 εἶχε μορφὴν καὶ γνώμην; ἴσως 7 οὐ πρεσβύτης ἦν ὁ πατήρ, ὅσον μηκέτι παιδοποιεῖν. Βούλει καὶ τοῦτό σοι θώμεν; τῶν ἀνθρώπων ὁ τρόπος ἀτακτον καὶ ἀνόμαλον, καὶ κατ' ἄνδρα ἴδιον τοῦ κεκτημένου · ὥστε τί θαυμαστὸν ἄλλοις μὲν προσεῖναι τινα χαρτερίαν, ἀχρατῇ δὲ εἶναι πένθους ἔχεινον; Καὶ μὴν 8 εἰ καὶ σφόδρα φιλόψυχος 9 ἐτύγχανεν, ὁ φόβος αὐτὸν ἀνθεῖλκε πρὸς τὴν τελευτήν. Τὴν γὰρ τύχην αἰσθανόμενος ἐν τοῖς καιριωτέροις ἀπολείπουσαν αὐτόν, εἴπερ ἀπαντα γονεύσι δεύτερα τέκνων, ὑπώπτευε ταύτην εἰκῶς μηδὲ πρὸς τὰ ἐλάττω πιστὴν αὐτῷ διαμενεῖν 10. Ἄμα δὲ 11 τῆς τυραννίδος ἐξ ἡμισείας 12 καθῃρημένης, ἀνεθάρρησέ