Ancient Greek
84.3 to 85.3
Choricius Rhet. et Soph., Opera 84.3-85.3
Unproofread scanNot analysed yet
1 A, ἐγίγετο. Ed. ,ἐγένετο. 5 Ed. ,ἐν ἀλκῇ. A, ἐν ἀκμῇ. 8 Ed. ,καὶ μὲν. A, καὶ μήν. 10 Ed. ,διαμενεῖν. A, διαμένειν. τε (¹) τὸ πλῆθος εὐθὺς καὶ συνεστράφη καὶ παρέσκευαστο πρὸς τὸ τῆς δυναστείας ὑπόλοιπον · τοιαύτη γὰρ τῶν δήμων ἡ φύσις · ἑνὸς ἀνδρείου λαβομένη, προχείρως ἀκολουθεῖ, μιμεῖται, καὶ πᾶν ἄρχην εἰληφὸς ἀναπληροῦται ῥαδίως. Τοιγαροῦν σύλλογοι κατὰ τὴν ἀγορὰν ἀφόδως ἐγίνοντο, πάντων ἀλλήλους ἐμὲ ζηλῶσαι (²) προτρεπομένων. Ἐπὶ δὲ τῶν ἀδικημάτων τὸ πλῆθος ἐστρέφεν (³) αὐτοῦ τὴν ψυχήν, πολλάκις ἀπειλούντων αὐτῷ τιμωρίας. Ταῖς γὰρ ἀδικίαις οἱ κεχρημένοι, πράττοντες μὲν εὐτυχῶς, οὐ λογίζονται · συμφορὰς δὲ τινος ἐμπιπτούσης (⁴), τότε δή τὰς ἰδίας ἀπαριθμοῦντες ἑαυτοῖς πλεονεξίας, ταράττονται. Τούτοις ἅπασιν τοῖς λογισμοῖς ὁρῶν σειομένην αὐτῷ (⁵) τὴν ἀρχήν, εἰς ἑσχάτην ἀπειλημένος ἀμηχανίαν, ἐπέτρεψε τῇ λύπῃ τὸ δοκοῦν αὐτῷ διαπράξασθαι, ἐν τούτῳ (⁶) μόνῳ τῷ θανάτῳ τριάμενος, τὸ μὴ βουλεύσασθαι περὶ πραγμάτων ἀτόρων.