Ancient Greek
88.3
Choricius Rhet. et Soph., Opera 88.3
Unproofread scanNot analysed yet
Σκοπεῖ τοίνυν ἡλικὴν ἅπασιν βλάβην (3) εἰσάγεις ,ἀπρακτὸν μοι ταύτην ποιήσας. Εἰσὶ τρόποι παντοδαποὶ πρὸς ὀνησιν ἢ πρὸς εὐθυμίαν εὐρημένοι τῆς πόλεως, ἀριστεῖαι καὶ χορηγίαι (4), καὶ τριηρῶν ἐπιδόσεις, καὶ τὰ τοῦτοις προσεικότα (5)· καθαίρεσις δὲ τυραννίδος πάσης μὲν ἥδιον εὐπροσύνης, πάσης δὲ λυσιτελέστερον ὠφελείας. Εἰ τοίνυν ἄτιμος γένοιτο, ὑπόνοιαν δίδωσι τοῦ (6) καὶ τὰς ἐλάττους εὐεργεσίας ἀνονήτους εἶναι τοῖς δωρουμένοις. Οὐκοῦν ἀπεῖσι μὲν ἐκ τῆς πόλεως αὕτη, συναπέρχεται δὲ πᾶσα φιλοτιμία, καθάπερ ὅλος χορός, ὑβρισμένου τοῦ χορυφαίου. Ὅτι γὰρ ταύτην ἔχει τὴν τάξιν πρὸς τὰς ἄλλας εὐεργεσίας, ἀκούσατε, πρὸς θεῶν, ὦ παρόντες, οἷας ἀπήλλαξα δουλείας τὴν πόλιν· ἔχει γὰρ τινὰ τέρμιν καὶ τῶν λυπηρῶν ἢ διήγησις, ὅταν παύσηται τὰ δεινὰ (7).