Ancient Greek
88.6
Choricius Rhet. et Soph., Opera 88.6
Unproofread scanNot analysed yet
(5) Ed. ,προσεικότα. A, προσεικότα. Ὁ τύραννος καὶ ἄλλως μὲν οὖν ἀσελγής, ἐν μεγάλῃ δὲ γενόμενος ἐξουσία προσεδίδου τῇ νόσῳ. Ἦσαν οὖν ἄνδρες ἀκολασίας ὑπηρέται, προξενοῦντες αὐτῷ τὰς εὐκοσμίᾳ διαφερούσας καὶ κάλλει. Ἡ μὲν γὰρ ἐπιθυμία τὰς ὥρας ἐζήτει τῶν γυναικῶν, ἡ δὲ δυναστεία τὰς σωφρονοῦσας, ὅπως ἡ μὲν πλεῖονα χορηγήση τὴν ἡδονήν, ἡ δὲ πλεῖονα δεῖξει τὴν ἰσχύν(¹). Ἦγοντο τοίνυν πειρώμεναι μὲν βιάζεσθαι πῶς τὰ δάκρυα· οὐδὲ στένειν γὰρ ἐξῆν ἀδεῶς, τοῦ μὴ δοκεῖν ὑβριν ἠγεῖσθαι τοῦ τυράννου τὸ φίλτρον. Ὅσῳ μέντοι φιλοσοφεῖν ἐπεχείρουν καὶ τῶν ὀδυρμῶν περιγενέσθαι, τοσοῦτῳ πλέον ἐνιχῶντο τοῖς δάκρυσιν. Ὥσπερ γὰρ ὅσοι κρατεῖν φιλονειχοῦσι τοῦ γέλως λαμβάνουσι μᾶλλον ἠττώμενοι, οὕτω τοῖς ἄγχειν τὸν ὀδυρμὸν πειρωμένοις ἄμαχος(²) ἐπιρρεῖ δακρύων φορά. Ἐντεῦθεν αἱ μὲν κλαίουσαι τῶν γυναικῶν, ὡς ὑβρίζουσαι ταύτη τὸν τύραννον, ἀπεσφάλλοντο· αἱ δὲ κρατοῦσαι τῶν ὀδυρμῶν διπλὴν ὑπέμενον συμφοράν, πορνείαν τε ἄμα καὶ τὸ μὴ δοκεῖν ἐπὶ ταύτῃ λυπεῖσθαι.