Ancient Greek
89.3
Choricius Rhet. et Soph., Opera 89.3
Unproofread scanNot analysed yet
Ταῦτα δρῶν, οὐ τὴν αὐτὴν εἶχον γνώμην τοῖς ἄλλοις. Οἱ μὲν γὰρ ὅσῳ πλέον ἠδίκη, τοσοῦτῳ μᾶλλον τὴν δύναμιν ἐκείνου ὑπεστέλλοντο· ἐμοὶ δὲ ταῖς ἀδικίαις αὐτοῦ συνῃξάνοντο δημοκρατίας ἐλπίδας, ἐνοιαν χορηγοῦσαι δικαίαν, ὡς οὐκ ἔσται τὸν οὕτως ὧμόν, βεβαίαν ἔχειν ἰσχύν. Πολλοῖς τοίνυν συμμάχοις τοῖς ἐκείνου χρησάμενος ἀδικήμασι, βιαίων ὑμᾶς ἠλευθέρωσα προσταγμάτων, ἀπέδωκα τῇ πόλει τὴν ἰδίστην δημοκρατίαν, ἐδωρησάμην τοὺς νόμους τοῖς πράγμασιν(³).