Ancient Greek
89.2
Choricius Rhet. et Soph., Opera 89.2
Unproofread scanNot analysed yet
Τὸ μέγα τοῦτο ἐκείνου πλημμέλημα τῶν ἄλλων πρότερον ἦν. Οἱ γὰρ τὸ μὲν ἦθος δημοτικοί, γενναῖοι δὲ τὰς ψυχὰς, ἰσχυροὶ δὲ τὰ σώματα, γεγυμνασμένοι δὲ τὰ πολέμια, τὸ μάχιμον δὲ κεκτημένοι τῆς ἡλικίας, καταλύσεως αὐτῷ δεδωκότες ὑπόνοιαν, ὀλίγοι πάντες ἀνήρηνται.