Ancient Greek
90.1
Choricius Rhet. et Soph., Opera 90.1
Unproofread scanNot analysed yet
μνει γὰρ ἀρετὰς ἡ φήμη χρηττόνους. Εἰ ποτε δὴ πρεσβύτης ἄνθρω ἐτέρω διηγήσεται νέω, ὅτι δύο τις καθελὼν τυραννίδας, νόμου κειμένου τὸν καταλύσαντα μίαν ὅπως ἂν ἐθέλῃ τιμᾶσθαι, διήμαρτε (1) δωρεᾶς, μῦθος ἂν δοξείε τοῦ γέροντος τὸ διήγημα· ἀτοπον δ' ἂν εἴη τοιαῦτα ποιεῖν, οἷα μηδὲ λέγειν ὑπάρχει πιστὰ, καὶ φανῆναι πρὸς ἀνδραγαθίαν ἀγνώμονας ἠμοιβῆς μέτρον νικῶσαν· ὅθεν, ὡς ἔοικεν, ἀποροῦντες οἱ νόμοι τὴν αἵρεσιν αὐτῷ τῶν δωρεῶν ἀπονέμουν, ἐρυθριῶντες αὐτοὶ τὸ γέρας ὁρίσαι πάντως λειπόμενον τῆς ἀξίας (2).