Ancient Greek
90.2
Choricius Rhet. et Soph., Opera 90.2
Unproofread scanNot analysed yet
Ἄλλὰ γὰρ εἰ πάσχειν ἐπίστασθε καὶ πρὸς τὰς φιλοτιμίας ἀμιλλάσθαι ταῖς ἀμοιβαῖς. Ὦδεν καταλύσω τὸν λόγον, τοσοῦτον προσθεὶς ἐπὶ τοῖς εἰρημένοις· ἄλλοι μὲν ἄλλων (3) τυράννων ἄλλας ῥυσάμενοι πόλεις, ὁ μὲν στήσιν εἴληφε γέρας, ὁ δὲ λειτουργίας ἀτέλειαν· ἐγὼ δὲ τῶν μὲν φερόντων κέρδος οὐδέν, ἄθλον δὲ τῶν εἰργασμένων αὐτῷ κοινὴν εὐδοξίαν ἐμοὶ τε καὶ τῇ πόλει δωρούμενον, εἰκόνα τὰ πεπραγμένα δηλοῦσαν. Οὐ λήψεσθε (4) χόρον θεώμενοι τὴν γραφήν· ἡ γὰρ εἰκὼν ὁ τύραννος ἔσται, κάγω, καὶ τοῦ κρατοῦντος ὁ παῖς· ἐγὼ προσάγων τὸ ξίφος, ὁ νέος δεχόμενος τὴν πληγήν, ὁ πατὴρ ἑαυτὸν ἀποσφάττων. Δημιουργεῖτω