Ancient Greek
94.6
Choricius Rhet. et Soph., Opera 94.6
Unproofread scanNot analysed yet
Ὡς μὲν ἐφοίτησεν εὐκλεία πανταχοῦ καταπλήττουσα τῷ τεμένει τὰς ἀκώας, ἔργῳ μαρτυροῦσιν αἱ πόλεις, ἐπὶ θεῶν ἐκπέμψασαι τὰ τέλη 1 τῶν οἰκητόρων· ἐπεὶ δὲ τῶν λόγων ἡ φύσις φιλότιμος οὖσα, τὰς τῶν ἀγαθῶν ἀρετὰς οὐ δυναμένη πρὸς ἀξίαν κοσμεῖν, ἐγκωμιάζειν ἐπιθυμεῖ, ἔδει κοινῇ συνελθόντας, ὅσοι τῆδε παιδεύειν ἐπιχειροῦμεν, διανεῖμασθαι τὰ σὰ πρὸς ἀλλήλους, καὶ, λαβόντα τὸ μέρος, ἕκαστον ὅλον αὐτὸν 2 εἰς τοῦτο κενῶσαι. Καὶ μόλις ἂν οὕτως ἠρξάμεν μίαν σοι πάντες εὐφημίαν συνθεῖναι 3.