Ancient Greek
95.2
Choricius Rhet. et Soph., Opera 95.2
Unproofread scanNot analysed yet
Πολλοὶ μὲν εἰς ἑτέρους τινὰς ἐπαίρους ποιοῦσιν κεχαρισμένους, καὶ τῶν ζωγράφων μιμοῦνται τοὺς κόλακας, οἱ τοὺς καταγελαστοὺς τὴν ὄψιν παραμιθοῦνται κάλλει· χρωμάτων· ὁ δὲ σὸς ἐπαίνετῆς τοὺς τοιούτους οὐ ζηλοῖ τῶν γραφέων. Ἐνθα γὰρ ὁπίσω τις φέρεται τῆς ἀξίας, οὐδὲν ὀποπτεύεται κολακεύειν. Τοὺς μὲν οὖν ἄλλους ἡ παροῦσα δημοτελὴς εὐφροσύνη πρὸς τὸν ἀγῶνα παρακαλεῖ· μέγα γὰρ τῷ μέλλοντι κέρδος 4 εὐθυμοῦντι συλλόγῳ δημοσιεύειν τὴν τέχνην· ἐμὲ δὲ μετὰ τοῦ καιροῦ πρὸς τὸν λόγον ἕτερόν τι προτρέπεται. Τί οὖν ἐστι τοῦτο; πρῶν ἐγὼ βραχέα περὶ τῶν σῶν πλεονεκτημάτων διαλεχθεὶς, καιροῦ δευτέρου καλοῦντος, δευτέραν ἐπῃγγειλάμην εὐφημίαν ἐκτίνειν, καὶ ταῦτα συνεθέμην οὐ δυοῖν ἢ τριῶν ἀνδρῶν ἐναντίον, οὐδὲ, κατὰ τιν' Εὐπολιν, ἐξ ὁδοῦ 5 τινὰς ἀγείρας εἰς θέατρον, ἀλλὰ τῶν ἀστῶν τὰ πρῶτα συλλέξας, οὐ παραβαίνειν αἰσχρόν, τοιαύτης λαβόμενος 6 εἰς ἐπίδειξιν ἀφορμῆς.