Ancient Greek
Dfhg-Source dfhg4_CHRYSERMUS_CORINTHIUS
CHRYSERMUS CORINTHIUS, Fragmenta 2
Not analysed yet
Ἀργείων καὶ Λακεδαιμονίων ὑπὲρ Θυρεάτιδος χώρας πολεμούντων, οἱ Ἀμφικτύονες ἔκριναν πολεμῆσαι ἑκατέρους, καὶ τῶν νικησάντων εἶναι τὴν χώραν. Λακεδαιμόνιοι μὲν οὖν Ὀθρυάδην ἐποίησαν στρατηγὸν, Ἀργεῖοι δὲ Θέρσανδρον, Ἀγήνωρ καὶ Χρόμιος, οἵτινες εἰς τὴν πόλιν ἤγγειλαν τὴν νίκην. Ἠρεμίας δ ̓ ὑπαρχούσης, ὁ Ὀθρυάδης ἐπιζήσας καὶ ἡμικλάστοις δόρασιν ἐπερειδόμενος, τὰς τῶν νεκρῶν ἁρπάζων ἀσπίδας περιείλετο· καὶ τρόπαιον στήσας, ἐκ τοῦ ἰδίου αἵματος ἐπέγραψε Διὶ τροπαιούχῳ. Καὶ τῶν δύο στάσιν ἐχόντων, οἱ Ἀμφικτυόνες αὐτόπται γενόμενοι Λακεδαιμονίους προκρίνουσι· καθάπερ Χρύσερμος ἐν τρίτῳ Πελοποννησιακῶν.