Ancient Greek
Dfhg-Source dfhg4_CHRYSERMUS_CORINTHIUS
CHRYSERMUS CORINTHIUS, Fragmenta 3
Not analysed yet
Περσῶν τὴν Ἑλλάδα λεηλατούντων, Παυσανίας, ὁ τῶν Λακεδαιμονίων στρατηγὸς, πεντακόσια χρυσοῦ τάλαντα παρὰ Ξέρξου λαβὼν, ἔμελλε προδιδόναι τὴν Σπάρτην. Φωραθέντος δὲ τούτου, Ἀγησίλαος ὁ πατὴρ μέχρι τοῦ ναοῦ τῆς Χαλκιοίκου συνεδίωξεν Ἀθηνᾶς, καὶ τὰς θύρας τοῦ τεμένους πλίνθῳ φράξας, λιμῷ ἀπέκτεινεν· ἡ δὲ μήτηρ καὶ ἄταφον ἔρριψεν· ὡς Χρύσερμος ἐν δευτέρῳ Ἱστορικῶν.